Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 28.3 | Dem. 28.7 (English) | >>Dem. 28.9 |
28.5πάντων δʼ ἀτοπώτατόν ἐστιν , λέγοντας ὡς ὁ πατὴρ οὐκ εἴα μισθοῦν τὸν οἶκον , τὴν μὲν διαθήκην μηδαμοῦ ταύτην ἀποφαίνειν , ἐξ ἧς ἦν εἰδέναι τἀκριβές , τηλικαύτην δʼ ἀνελόντας μαρτυρίαν οὕτως οἴεσθαι δεῖν εἰκῇ πιστεύεσθαι παρʼ ὑμῖν . ἀλλʼ ἐχρῆν , ἐπειδὴ τάχιστʼ ἐτελεύτησεν ὁ πατήρ , εἰσκαλέσαντας μάρτυρας πολλοὺς παρασημήνασθαι κελεῦσαι τὰς διαθήκας , ἵνʼ εἴ τι ἐγίγνετʼ ἀμφισβητήσιμον , ἦν εἰς τὰ γράμματα ταῦτʼ ἐπανελθεῖν καὶ τὴν ἀλήθειαν πάντων εὑρεῖν .
28.6νῦν δʼ ἕτερα μὲν παρασημήνασθαι ἠξίωσαν , ἐν οἷς πολλὰ τῶν καταλειπομένων οὐκ ἐγέγραπτο , ὑπομνήματα δʼ ἦν · αὐτὴν δὲ τὴν διαθήκην , διʼ ἧς τούτων ὧν ἐσημήναντο γραμμάτων καὶ τῶν ἄλλων ἁπάντων χρημάτων ἐγίγνοντο κύριοι , καὶ τοῦ μὴ μισθοῦν τὸν οἶκον τῆς αἰτίας ἀπελέλυντο , ταύτην δʼ οὐκ ἐσημήναντο , οὐδʼ αὐτὴν ἀπέδοσαν . ἄξιόν γε πιστεύειν αὐτοῖς ὅ τι ἂν περὶ τούτων λέγωσιν .
ἀλλʼ ἐγὼ οὐκ οἶδʼ ὅ τι τοῦτʼ ἔστιν . οὐκ εἴα μισθοῦν τὸν οἶκον οὐδʼ ἐμφανῆ τὰ χρήματα ποιεῖν ὁ πατήρ . πότερον ἐμοί ; ἢ τῇ πόλει ; φαίνεσθε γὰρ τοὐναντίον ἐκείνῃ μὲν φανερὰ ποιήσαντες , ἐμοὶ δὲ παντάπασιν ἀφανῆ πεποιηκότες , καὶ οὐδὲ ταῦτʼ ἀποφαίνοντες ἐξ ὧν τιμησάμενοι τὰς εἰσφορὰς εἰσεφέρετε . δείξατε γὰρ ταύτην τὴν οὐσίαν , τίς ἦν καὶ ποῦ παρέδοτέ μοι καὶ τίνος ἐναντίον .
28.7
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 28.3 | Dem. 28.7 (English) | >>Dem. 28.9 |